Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.165 Joseph. AJ 15.169 (English) >>Joseph. AJ 15.175

15.168ταῦτα πειθούσης μὲν Ὑρκανὸς διωθεῖτο τοὺς λόγους, φιλόνεικον δέ τι καὶ γυναικεῖον αὐτῆς πεπονθυίας καὶ μήτε νύκτα μήθʼ ἡμέραν ἀπολειπομένης, ἀλλʼ ἀεὶ περὶ τούτων καὶ τῆς Ἡρώδου πρὸς αὐτοὺς ἐπιβουλῆς διαλεγομένης, ἀνεπείσθη τέλος ἐπιστολὴν δοῦναι Δοσιθέῳ τινὶ τῶν περὶ αὐτὸν φίλων, ἐν συντέτακτο πέμπειν αὐτῷ τὸν Ἄραβα τοὺς ἀναληψομένους καὶ παραπέμψοντας ἱππέας ἐπὶ τὴν Ἀσφαλτῖτιν λίμνην· αὕτη δʼ ἀπέχει τῶν Ἱεροσολυμιτῶν ὅρων σταδίους τριακοσίους. 15.169ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος· Ἰωσήπου τε γάρ, ὃν ἐκεῖνος ἀνῃρήκει, συγγενὴς ἦν καὶ τῶν ἐν Τύρῳ φονευθέντων ὑπʼ Ἀντωνίου πρότερον ἀδελφός. 15.170οὐ μὴν ἐπήγαγεν ταῦτα τὸν Δοσίθεον Ὑρκανῷ πιστὸν εἰς τὴν ὑπηρεσίαν γενέσθαι, προτιμήσας δὲ τῶν ἐκείνου τὰς ἐκ τοῦ βασιλεύοντος ἐλπίδας ἐπιδίδωσιν Ἡρώδῃ τὴν ἐπιστολήν. 15.171 δὲ τῆς εὐνοίας ἀποδεξάμενος ἔτι καὶ τοῦτο προσυπουργῆσαι παρεκελεύετο, πτύξαντα τὴν ἐπιστολὴν καὶ κατασημηνάμενον ἀποδοῦναι τῷ Μάλχῳ καὶ τὰ παρʼ ἐκείνου γράμματα λαβεῖν· οὐ γὰρ μικρὸν τὸ διάφορον καὶ τὴν ἐκείνου γνώμην αὐτὸν εἰδέναι. 15.172ταῦτα δὲ τοῦ Δοσιθέου προθύμως ὑπουργήσαντος μὲν Ἄραψ ἀντεπέστελλεν αὐτόν τε Ὑρκανὸν δέχεσθαι καὶ τοὺς σὺν αὐτῷ πάντας καὶ Ἰουδαίων ὅσοι τὰ ἐκείνου φρονοῦσιν, δύναμίν τε πέμψειν τὴν μετʼ ἀσφαλείας αὐτοὺς κομιοῦσαν καὶ πρὸς μηδὲν ἐνδεήσειν ὧν ἠξίου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.165 Joseph. AJ 15.169 (English) >>Joseph. AJ 15.175

Powered by PhiloLogic